Add parallel Print Page Options

58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 οἱ δὲ ἀρχιερεῖς [a]καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως [b]αὐτὸν θανατώσωσιν, 60 καὶ οὐχ εὗρον [c]πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο 61 εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν [d]οἰκοδομῆσαι. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. [e]καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ [f]λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν [g]βλασφημίαν· 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν. 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;

69 Ὁ δὲ Πέτρος [h]ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· 70 ὁ δὲ ἠρνήσατο [i]ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα [j]δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει [k]τοῖς ἐκεῖ· [l]Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· 72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ [m]εὐθέως ἀλέκτωρ ἐφώνησεν· 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ [n]ῥήματος Ἰησοῦ [o]εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:59 καὶ WH Treg NIV ] + οἱ πρεσβύτεροι καὶ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:59 αὐτὸν θανατώσωσιν WH NIV ] αὐτὸν θανατώσουσιν Treg; θανατώσωσιν αὐτόν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:60 πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο WH Treg NIV ] καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:61 οἰκοδομῆσαι WH Treg NIV ] + αὐτόν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:63 καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 λέγων WH Treg NIV ] + ὅτι RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 βλασφημίαν WH Treg NIV ] + αὐτοῦ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:69 ἐκάθητο ἔξω WH Treg NIV ] ἔξω ἐκάθητο RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:70 ἔμπροσθεν WH Treg NIV ] + αὐτῶν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 δὲ WH Treg NIV ] + αὐτὸν RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 τοῖς WH Treg NIV ] αὐτοῖς RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 Οὗτος WH NIV ] Καὶ οὗτος Treg RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:74 εὐθέως NIV RP ] εὐθὺς WH Treg
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 ῥήματος WH Treg NIV ] + τοῦ RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 εἰρηκότος WH Treg NIV ] + αὐτῷ RP